Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.115 Joseph. BJ 7.122 (English) >>Joseph. BJ 7.129

7.119τοῦ πλοῦ δὲ αὐτῷ κατὰ νοῦν ἀνυσθέντος ὁμοίως μὲν Ῥώμη περὶ τὴν ὑποδοχὴν εἶχε καὶ τὰς ὑπαντήσεις ὥσπερ ἐπὶ τοῦ πατρός, λαμπρότερον δʼ ἦν Τίτῳ καὶ αὐτὸς πατὴρ ὑπαντῶν καὶ δεχόμενος. 7.120τῷ δὲ πλήθει τῶν πολιτῶν δαιμόνιόν τινα τὴν χαρὰν παρεῖχε τὸ

-- --

βλέπειν αὐτοὺς ἤδη τοὺς τρεῖς ἐν ταὐτῷ γεγονότας. 7.121οὐ πολλῶν δὲ ἡμερῶν διελθουσῶν ἕνα καὶ κοινὸν ἔγνωσαν τὸν ἐπὶ τοῖς κατωρθωμένοις ποιήσασθαι θρίαμβον, καίπερ ἑκατέρῳ τῆς βουλῆς ἴδιον ψηφισαμένης. 7.122προδιασαφηθείσης δὲ τῆς ἡμέρας ἐφʼ ἧς ἔμελλεν πομπὴ γενήσεσθαι τῶν ἐπινικίων, οὐδεὶς οἴκοι καταλέλειπτο τῆς ἀμέτρου πληθύος ἐν τῇ πόλει, πάντες δὲ ὅπη καὶ στῆναι μόνον ἦν οἷον προεληλυθότες τοὺς τόπους κατειλήφεσαν, ὅσον τοῖς ὀφθησομένοις μόνον εἰς πάροδον ἀναγκαίαν καταλιπόντες. 7.123

Τοῦ δὲ στρατιωτικοῦ παντὸς ἔτι νύκτωρ κατὰ λόχους καὶ τάξεις ὑπὸ τοῖς ἡγεμόσι διεξωδευκότος καὶ περὶ θύρας ὄντος οὐ τῶν ἄνω βασιλείων ἀλλὰ πλησίον τοῦ τῆς Ἴσιδος ἱεροῦ, ἐκεῖ γὰρ ἀνεπαύοντο τῆς νυκτὸς ἐκείνης οἱ αὐτοκράτορες, 7.124περὶ αὐτὴν ἀρχομένην ἤδη τὴν ἕω προΐασιν Οὐεσπασιανὸς καὶ Τίτος δάφνῃ μὲν ἐστεφανωμένοι, πορφυρᾶς δʼ ἐσθῆτας πατρίους ἀμπεχόμενοι, καὶ παρίασιν εἰς τοὺς Ὀκταουίας περιπάτους· 7.125ἐνταῦθα γὰρ τε βουλὴ καὶ τὰ τέλη τῶν ἀρχόντων οἵ τε ἀπὸ τῶν τιμημάτων ἱππεῖς τὴν ἄφιξιν αὐτῶν ἀνέμενον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.115 Joseph. BJ 7.122 (English) >>Joseph. BJ 7.129

Powered by PhiloLogic